Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.36.1 | Hdt. 9.37.4 (English) | >>Hdt. 9.39.2 |
9.37.2 ὁ δὲ ἐν τούτῳ τῷ κακῷ ἐχόμενος , ὥστε τρέχων περὶ τῆς ψυχῆς πρό τε τοῦ θανάτου πεισόμενος πολλά τε καὶ λυγρά , ἔργον ἐργάσατο μέζον λόγου . ὡς γὰρ δὴ ἐδέδετο ἐν ξύλῳ σιδηροδέτῳ , ἐσενειχθέντος κως σιδηρίου ἐκράτησε , αὐτίκα δὲ ἐμηχανᾶτο ἀνδρηιότατον ἔργον πάντων τῶν ἡμεῖς ἴδμεν · σταθμησάμενος γὰρ ὅκως ἐξελεύσεταί οἱ τὸ λοιπὸν τοῦ ποδός , ἀπέταμε τὸν ταρσὸν ἑωυτοῦ .
9.37.3 ταῦτα δὲ ποιήσας , ὡς φυλασσόμενος ὑπὸ φυλάκων , διορύξας τὸν τοῖχον ἀπέδρη ἐς Τεγέην , τὰς μὲν νύκτας πορευόμενος , τὰς δὲ ἡμέρας καταδύνων ἐς ὕλην καὶ αὐλιζόμενος , οὕτω ὡς Λακεδαιμονίων πανδημεὶ διζημένων τρίτῃ εὐφρόνῃ γενέσθαι ἐν Τεγέη , τοὺς δὲ ἐν θώματι μεγάλῳ ἐνέχεσθαι τῆς τε τόλμης , ὁρῶντας τὸ ἡμίτομον τοῦ ποδὸς κείμενον , κἀκεῖνον οὐ δυναμένους εὑρεῖν .
9.37.4 τότε μὲν οὕτω διαφυγὼν Λακεδαιμονίους καταφεύγει ἐς Τεγέην ἐοῦσαν οὐκ ἀρθμίην Λακεδαιμονίοισι τοῦτον τὸν χρόνον · ὑγιὴς δὲ γενόμενος καὶ προσποιησάμενος ξύλινον πόδα κατεστήκεε ἐκ τῆς ἰθέης Λακεδαιμονίοισι πολέμιος . οὐ μέντοι ἔς γε τέλος οἱ συνήνεικε τὸ ἔχθος τὸ ἐς Λακεδαιμονίους συγκεκυρημένον · ἥλω γὰρ μαντευόμενος ἐν Ζακύνθῳ ὑπʼ αὐτῶν καὶ ἀπέθανε .
ch. 38
9.38.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.36.1 | Hdt. 9.37.4 (English) | >>Hdt. 9.39.2 |